Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 5.1 | Dem. 5.3 (English) | >>Dem. 5.8 |
5.2δυσκόλου δʼ ὄντος φύσει καὶ χαλεποῦ τοῦ βουλεύεσθαι , ἔτι πολλῷ χαλεπώτερον ὑμεῖς αὐτὸ πεποιήκατʼ , ὦ ἄνδρες Ἀθηναῖοι · οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι πρὸ τῶν πραγμάτων εἰώθασι χρῆσθαι τῷ βουλεύεσθαι , ὑμεῖς δὲ μετὰ τὰ πράγματα . ἐκ δὲ τούτου συμβαίνει παρὰ πάντα τὸν χρόνον ὃν οἶδʼ ἐγώ , τὸν μὲν οἷς ἂν ἁμάρτητʼ ἐπιτιμῶντα εὐδοκιμεῖν καὶ δοκεῖν εὖ λέγειν , τὰ δὲ πράγματα καὶ περὶ ὧν βουλεύεσθʼ ἐκφεύγειν ὑμᾶς .
5.3οὐ μὴν ἀλλὰ καίπερ τούτων οὕτως ἐχόντων οἴομαι καὶ πεπεικὼς ἐμαυτὸν ἀνέστηκα , ἂν ἐθελήσητε τοῦ θορυβεῖν καὶ φιλονικεῖν ἀποστάντες ἀκούειν , ὡς ὑπὲρ πόλεως βουλευομένοις καὶ τηλικούτων πραγμάτων προσήκει , ἕξειν καὶ λέγειν καὶ συμβουλεύειν διʼ ὧν καὶ τὰ παρόντʼ ἔσται βελτίω καὶ τὰ προειμένα σωθήσεται .
ἀκριβῶς δʼ εἰδώς , ὦ ἄνδρες Ἀθηναῖοι , τὸ λέγειν περὶ ὧν αὐτὸς εἶπέ τις καὶ περὶ αὑτοῦ παρʼ ὑμῖν ἀεὶ τῶν πάνυ λυσιτελούντων τοῖς τολμῶσιν ὄν , οὕτως ἡγοῦμαι φορτικὸν καὶ ἐπαχθὲς ὥστε ἀνάγκην οὖσαν ὁρῶν ὅμως ἀποκνῶ . νομίζω δʼ ἄμεινον ἂν ὑμᾶς περὶ ὧν νῦν ἐρῶ κρῖναι , μικρὰ τῶν πρότερόν ποτε ῥηθέντων ὑπʼ ἐμοῦ μνημονεύσαντες .
5.5ἐγὼ γάρ , ὦ ἄνδρες Ἀθηναῖοι , πρῶτον μέν , ἡνίκʼ ἔπειθόν τινες ὑμᾶς , τῶν ἐν Εὐβοίᾳ πραγμάτων ταραττομένων , βοηθεῖν Πλουτάρχῳ καὶ πόλεμον ἄδοξον καὶ δαπανηρὸν ἄρασθαι , πρῶτος καὶ μόνος παρελθὼν ἀντεῖπον , καὶ μόνον οὐ διεσπάσθην ὑπὸ τῶν ἐπὶ μικροῖς λήμμασιν πολλὰ καὶ μεγάλʼ ὑμᾶς ἁμαρτάνειν πεισάντων · καὶ χρόνου βραχέος διελθόντος , μετὰ τοῦ προσοφλεῖν αἰσχύνην καὶ παθεῖν οἷα τῶν ὄντων ἀνθρώπων οὐδένες πώποτε πεπόνθασʼ ὑπὸ τούτων οἷς ἐβοήθησαν , πάντες ὑμεῖς ἔγνωτε τήν τε τῶν τότε ταῦτα πεισάντων κακίαν καὶ τὰ βέλτιστʼ εἰρηκότʼ ἐμέ .
5.4
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 5.1 | Dem. 5.3 (English) | >>Dem. 5.8 |